Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 8.109.5 Hdt. 8.111.2 (English) >>Hdt. 8.112.2

8.110.3ἔπεμψέ με Θεμιστοκλέης Νεοκλέος, στρατηγὸς μὲν Ἀθηναίων ἀνὴρ δὲ τῶν συμμάχων πάντων ἄριστος καὶ σοφώτατος, φράσοντά τοι ὅτι Θεμιστοκλέης Ἀθηναῖος, σοὶ βουλόμενος ὑπουργέειν, ἔσχε τοὺς Ἕλληνας τὰς νέας βουλομένους διώκειν καὶ τὰς ἐν Ἑλλησπόντῳ γεφύρας λύειν. καὶ νῦν κατʼ ἡσυχίην πολλὴν κομίζεο.” οἱ μὲν ταῦτα σημήναντες ἀπέπλεον ὀπίσω.

ch. 111 8.111.1 οἱ δὲ Ἕλληνες, ἐπείτε σφι ἀπέδοξε μήτʼ ἐπιδιώκειν ἔτι προσωτέρω τῶν βαρβάρων τὰς νέας μήτε πλέειν ἐς τὸν Ἑλλήσποντον λύσοντας τὸν πόρον, τὴν Ἄνδρον περικατέατο ἐξελεῖν ἐθέλοντες. 8.111.2 πρῶτοι γὰρ Ἄνδριοι νησιωτέων αἰτηθέντες πρὸς Θεμιστοκλέος χρήματα οὐκ ἔδοσαν, ἀλλὰ προϊσχομένου Θεμιστοκλέος λόγον τόνδε, ὡς ἥκοιεν Ἀθηναῖοι περὶ ἑωυτοὺς ἔχοντες δύο θεοὺς μεγάλους, πειθώ τε καὶ ἀναγκαίην, οὕτω τέ σφι κάρτα δοτέα εἶναι χρήματα, ὑπεκρίναντο πρὸς ταῦτα λέγοντες ὡς κατὰ λόγον ἦσαν ἄρα αἱ Ἀθῆναι μεγάλαι τε καὶ εὐδαίμονες, αἳ καὶ θεῶν χρηστῶν ἥκοιεν εὖ, 8.111.3 ἐπεὶ Ἀνδρίους γε εἶναι γεωπείνας ἐς τὰ μέγιστα ἀνήκοντας, καὶ θεοὺς δύο ἀχρήστους οὐκ ἐκλείπειν σφέων τὴν νῆσον ἀλλʼ αἰεὶ φιλοχωρέειν, πενίην τε καὶ ἀμηχανίην, καὶ τούτων τῶν θεῶν ἐπηβόλους ἐόντας Ἀνδρίους οὐ δώσειν χρήματα· οὐδέκοτε γὰρ τῆς ἑωυτῶν ἀδυναμίης τὴν Ἀθηναίων δύναμιν εἶναι κρέσσω.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 8.109.5 Hdt. 8.111.2 (English) >>Hdt. 8.112.2

Powered by PhiloLogic